Τετάρτη 8 Οκτωβρίου 2014

ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΒΟΗΘΕΙΑ ΑΠΟ ΤΟΝ ΘΕΟ!

Ἐπίκλησις βοηθείας παρὰ Θεοῦ

Οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κυρίου δὲ τῶν πάντων δεσπότην ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἐνδοξότατα καὶ ἐξαίσια, ὧν οὔκ ἐστιν ἀριθμός, τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ᾿ οὐρανόν, τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές. Ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν - ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί. Ἀπολοῦντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου. Εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη. Μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναίνου. Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. Ἑξάκις ἐξ ἀναγκῶν σὲ ἐξαλεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. Ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε. Ἀπὸ μάστιγος γλώσσης σὲ κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων. Ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων οὐ μὴ φοβηθῇς. Θῆρες γὰρ ἔγριοι εἰρηνεύσουσί σοι. Εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. Γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβάτατον τοῦ ἀγροῦ. Ἐλεύση δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἡ ὥσπερ θημωνιὰ ἅλωνος καθ᾿ ὥραν συγκομισθεῖσα. Ἰδοὺ ταῦτα οὖτος ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας.. (ὅπου καὶ ποιοῦμεν τὸ σημεῖον τοῦ Σταυροῦ)
users.uoa.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου